Add parallel Print Page Options

καὶ [a]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι [b]ταῦτα πεπόνθασιν; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες [c]ὁμοίως ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ [d]δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι [e]αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας [f]τοὺς ἀνθρώπους τοὺς [g]κατοικοῦντας Ἰερουσαλήμ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ [h]μετανοῆτε πάντες [i]ὡσαύτως ἀπολεῖσθε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ταῦτα WH Treg NIV ] τοιαῦτα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:3 ὁμοίως WH Treg NIV ] ὡσαύτως RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 δεκαοκτὼ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 αὐτοὶ WH Treg NIV ] οὗτοι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 τοὺς WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 κατοικοῦντας WH Treg NIV ] + ἐν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 μετανοῆτε NIV RP ] μετανοήσητε WH Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 ὡσαύτως WH Treg NIV ] ὁμοίως RP